martedì 7 settembre 2010

Gabrijele

Domani si commemora la nascita della Nostra Signora,
La SS. Madre di Dio, celebriamola degnamente

Ἀπολυτίκιο. Ἦχος δ’.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν, ζωὴν τὴν αἰώνιον.

Κοντάκιον. Ἦχος δ’.
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν Ἄχραντε, ἐν τῇ ἁγίᾳ Γεννήσει σου. Αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Μεγαλυνάριον.
Σήμερον γεννᾶται περιφανῶς, ἐξ ἐπαγγελίας, ἡ Θεόνυμφος Μαριάμ, ἡ προορισθεῖσα, τῷ Λόγῳ πρὸς αἰώνων· ὑμνήσωμεν οὖν πάντες ταύτης τὴν γέννησιν.

Nessun commento: